Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.240 Joseph. AJ 18.243 (English) >>Joseph. AJ 18.248

18.242οὐδὲ γὰρ ἀνεκτὸν εἶναι σφίσι τὸ ζῆν, εἰ Ἀγρίππας Ἀριστοβούλου μὲν υἱὸς ὢν θανεῖν ὑπὸ τοῦ πατρὸς κατεγνωσμένου, πενίᾳ δὲ ἀπόρῳ συνιών, ὡς τελέως αὐτῷ ἐπικουφίζεσθαι τἀναγκαῖα τοῦ ἐφʼ ἡμέρας, φυγῇ δὲ τῶν δεδανεικότων τὸν πλοῦν πεποιημένος ἐπανεληλύθοι βασιλεύς, αὐτὸς δέ γε ὢν παῖς βασιλέως καὶ τοῦ συγγενοῦς τῆς ἀρχῆς καλοῦντος αὐτὸν ἐπὶ μεταποιήσει τῶν ἴσων καθέζοιτο ἀγαπῶν ἐν ἰδιωτείᾳ διαβιοῦν. 18.243ἀλλʼ εἰ καὶ πρότερόν γε, Ἡρώδη, μηδὲν ἐλύπει σε τὸ ἐν ἐλάσσονι τιμῇ πατρὸς οὗ γέγονας εἶναι, νῦν γοῦν ὀρέχθητι συγγενοῦς ἀξιώματος μηδὲ ὑπόμενε ἡσσᾶσθαι προύχοντι τιμῆς ἀνδρὶ πλοῦτον τεθεραπευκότι τὸν σόν, μηδὲ πενίαν ἀποφήνῃς τὴν ἐκείνου τῆς ἡμετέρας εὐπορίας ἀρετῇ μᾶλλον χρῆσθαι δυναμένην, μηδὲ δευτερεύειν ἀνεπαίσχυντον ἡγοῦ τῶν χθές τε καὶ πρῴην ἐλέῳ τῷ σῷ διαβεβιωκότων. 18.244ἀλλʼ ἐπὶ τῆς Ῥώμης ἴωμεν, καὶ μήτε πόνου φειδώ τις ἔστω μήτε ἀργυρίου δαπάνης καὶ χρυσίου, διὰ τὸ μὴ ἐπʼ οὐδαμινοῖς ἐν βελτίοσιν γενέσθαι τὴν τήρησιν αὐτῶν ἀναλώσεως τῆς ἐπὶ κτήσει βασιλείας ἐσομένης.” 18.245

δὲ τέως μὲν ἀπεμάχετο ἀγαπῶν τὴν ἡσυχίαν καὶ τῆς Ῥώμης τὸν ὄχλον διʼ ὑποψίας λαμβάνων ἀναδιδάσκειν τε αὐτὴν ἐπειρᾶτο, δʼ ἐφʼ ὅσον ἐξαναχωροῦντα ἑώρα μειζόνως ἐπέκειτο κελεύουσα μὴ ἀνιέναι πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.240 Joseph. AJ 18.243 (English) >>Joseph. AJ 18.248

Powered by PhiloLogic